Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.224 Joseph. AJ 17.229 (English) >>Joseph. AJ 17.233

17.227ἐπεὶ δʼ εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ πάντων τῶν συγγενῶν ἀπόστασις ἦν πρὸς αὐτόν, οὐκ εὐνοίᾳ τῇ ἐκείνου, μίσει δὲ τῷ πρὸς Ἀρχέλαον, μάλιστα μὲν ἐπιθυμοῦντες ἐλευθερίας καὶ ὑπὸ Ῥωμαίων στρατηγῷ τετάχθαι, εἰ δʼ ἄρα τι ἀντισταίη, λυσιτελέστερον Ἀρχελάου τὸν Ἀντίπαν λογιζόμενοι, συνέπραττον Ἀντίπᾳ τὴν βασιλείαν. καὶ Σαβῖνος κατηγόρει παρὰ Καίσαρι τοῦ Ἀρχελάου διὰ γραμμάτων. 17.228

Καῖσαρ δὲ Ἀρχελάου τε εἰσπέμψαντος ὡς αὐτὸν γράμματα, ἐν οἷς τὰ δικαιώματα προετίθει τε αὐτοῦ καὶ τὴν διαθήκην τοῦ πατρὸς καὶ τοὺς λογισμοὺς τῶν Ἡρώδου χρημάτων σὺν τῷ σημαντῆρι κομίζοντα Πτολεμαῖον, ἐκαραδόκει τὸ μέλλον. 17.229 δὲ ταῦτά τε ἀναγνοὺς τὰ γράμματα καὶ τὰς Οὐάρου καὶ Σαβίνου ἐπιστολὰς ὁπόσα τε χρήματα ἦν καὶ τί ἐπʼ ἔτος ἐφοίτα καὶ ὅσα Ἀντίπας ἐπʼ οἰκειώσει τῆς βασιλείας ἐπεπόμφει γράμματα συνῆγεν ἐπὶ παροκωχῇ γνωμῶν τοὺς φίλους, σὺν οἷς καὶ Γάιον τὸν Ἀγρίππου μὲν καὶ Ἰουλίας τῆς αὐτοῦ θυγατρὸς υἱὸν ποιητὸν δὲ αὐτῷ γεγονότα πρῶτόν τε καθεδούμενον παρέλαβε, καὶ κελεύει λέγειν τοῖς βουλομένοις περὶ τῶν ἐνεστηκότων. 17.230καὶ πρῶτος Σαλώμης υἱὸς Ἀντίπατρος δεινότατός τε ὢν εἰπεῖν καὶ τῷ Ἀρχελάῳ ἐναντιώτατος ἔλεγεν Ἀρχελάῳ παιδιὰν τὸν περὶ τῆς ἀρχῆς εἶναι λόγον ἔργῳ τὴν δύναμιν αὐτῆς πρότερον Καίσαρα συγχωρῆσαι παρειληφότι, ἐπικαλῶν τὰ τετολμημένα ἐπὶ τοῖς ἀπολωλόσι κατὰ τὴν ἑορτήν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.224 Joseph. AJ 17.229 (English) >>Joseph. AJ 17.233

Powered by PhiloLogic